Ancient Greek
353.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 353.4
Unproofread scanNot analysed yet
Καὶ ἐγεμίσθη ὁ ναὸς ἐκ τοῦ καπνοῦ. Ὁ καπνὸς θείας ὀργῆς δεῖγμα, καθὼ καὶ τὸ, «Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, »εἴρηται. Οὐτε γὰρ καπνὸς ἄνευ πυρὸς ὑφίσταται, οὔτε πῦρ καπνοῦ δίχα. Τὸ δὲ ἐκ τῆς δόξης τοῦ Θεοῦ καὶ τῆς δυνάμεως αὐτοῦ γίνεσθαι τὸν καπνόν, περιφρασιν (51) ἔχει τινά. Οὐ γὰρ διάστολὴ Θεοῦ καὶ τῆς δυνάμεως αὐτοῦ. Αὐτοδύναμος γὰρ καὶ αὐτοδύσα ὁ Θεός. Τὸ δέ, Οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναόν, ἢ κατὰ τὸ γεγραμμένον αὐτὸ νοητέον, ἵν' ἡ' Ἐκτελούμενος οὐδεὶς ἐν ὑποστήματι Κυρίου· εἰ γὰρ τοῦτο, σχολὴ γ' ἂν ὑπενεγκοῦν τὴν