Ancient Greek
358.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 358.3
Unproofread scanNot analysed yet
C Καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον. Τὰ πονηρὰ λέγει πνεύματα ἐν τινὶ τόπῳ συμφορῆσαι τοὺς τῇνικάδε ὑπ' αὐτῶν ἀπατηθέντας. Τόπον γὰρ νῦν τὸν καιρὸν ἀκούσεται. Τῷ καιρῷ τούνιν τοῦτο οἱ ὑπὸ πονηρῶν πνευμάτων ἀπατηθέντες καταλαμβανόμενοι, τεύξονται διακοπῆς. Τοῦτο γὰρ Ἑρμαγεδὼν ἡ Ἑβραϊκὴ λέξις εἰς τὴν Ἑλλάδα διαπορφυμενὴν νοεῖν παρέχει. Καὶ τίς ἡ διακοπή; Ἡ τοῦ Θεοῦ διαίρεσις χαρίσματος, ὅπερ ἀνθρώπῳ παντὶ παρὰ πᾶσαν τὴν παρουσίαν ζωὴν ἀναποβλήτως συμπαρεδρεύον ἐπιρβῶσιν παρέχει ταῖς πρὸς τὰ κρεῖττω ἡμῶν ἀπονεύσεσιν. Ἐπειδὰν δὲ ἡ ἀπὸ τῶν ἐνθένδε μετάβασις, ἐπὶ τὰ δυντως ἀληθῆ καὶ αἰώνια ἐπιστήκατα τὸν τοῦ θανάτου χειρῶν, ἐν οἷς ἀργὸν τὸ Θεῖον χάρισμα εὑρεθῇ, διακρεῖται τὸ ἀπὸ τούδε ἀφ' οὗ λαβεῖν ἀξιωθέντος, νωθεσία ἐργασίας τὴν ἀφαίρεσιν προεξένεσεν, καὶ κατὰ τὴν εὐαγγελικὴν ἀποτομίαν, τὸ μέρος τοῦ καταδικου μετὰ τῶν ὑποκριτῶν τίθεται.