Ancient Greek
359.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 359.3
Unproofread scanNot analysed yet
Καὶ ἑγένετο ἡ πόλις ἡ μεγάλη. Περὶ τῆς Ἰερουσαλὴμ εἰρήθαι· πινες ἐξεδέξαντο ταῦτα, οὐχ οὕτω πλήθει ἀνθρώπων καὶ κτισμάτων μεγαλοπρεπῶν τῷ μεγάλειψ αὐξούση, ὡς τοῖς Χριστοῦ πάθεσι καὶ τῇ κατὰ Χριστὸν ἐπιδημίᾳ. Δι’ ἄ καὶ ἀντίδιαστάλειαν τῶν λοιπῶν πόλεων, ἄς καὶ ἐθνικὰς τῇ Γραφῇ ἔθος καλεῖν. Τοῦ γὰρ Ἰσραὴλ χωρὶς, τοὺς ἄλλους ἀνθρώπους ἔθνη εἴωθε προσαγορεύειν. Ταύτῃς δὲ ἡ εἰς τρία μέρη διαῤρεσις τὸ τῶν ἐν αὐτῇ κατοικούντων σημαίνειν διάφορον βούλεται, Χριστιανῶν, Ἰουδαίων, Σαμαρειτῶν. Οὐχ ἄκαιρον δὲ πλὴν μεγάλην τὴν παρόντα κόσμον ὑπολαμβάνειν, εἰς τρία μέρη ἀφοριζόμενον ἀπὸ τῆς Χριστοῦ παρουσίας, εἰς τὸν τῆς Ἑλληνικῆς ἐπικρατείας καιρόν, εἰς τὸν τῶν ὑπὸ Χριστιανῶν βασιλέων ἐξουσίαν· καὶ εἰς τὸν ὑπὸ τοῦ Ἀντιχριστοῦ τῆς ἐπιδημίας. Πόλεις δὲ τῶν ἐθνῶν αἱ πίπτουσαι, ἧτοι αἱ διάφοροι περὶ τὴν εὐσεβῆ πίστιν ὑπολήψεις τῇ διαφόρῳ τῷ εὐπρεπτον κληροῦμεναι· ἢ καὶ αὗται αἱ πόλεις.