Ancient Greek
36.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 36.4
Unproofread scanNot analysed yet
Νόμον ἐδέξατο παρὰ Θεοῦ ἐν διπτυχῷ γραφέντα πλακὶ τεσσαράκοντα νηστεύσας ἡμέρας, καὶ πάλιν διὰ τὴν τοῦ λαοῦ δυσσεβείαν, τὰς θεογράφους συντρίψας πλάκας, δεύτερον ἐπὶδὲ τῷ Σινᾷ ὄρει, καὶ νηστεύσας ὁμοίως ἄλλας ἡμέρας τεσσαράκοντα, τὸν νόμον ἐν αἷς ἀνεχόμισε λαβέσας πλάξιν, ἀνενεώσατο. Τὸ πρόσωπον κατέβη δεδοξασμένος, ὡς μήτε τὸν λαὸν ἐνορᾶν αὐτῷ δύνασθαι. Καὶ αὐτὸς δὲ νομοθέτης ἐπὶ πᾶσι τοῖς δικαίωμασι τοῦ λαοῦ γεγένηται. Θείας ὁπτασίας παρὰ πάντας τοὺς προφήτας ἠξιώται. Τῆς νοερᾶς οὐσίας θαυμαστούς χαρακτήρας ἐθεάσατο, πρὸς οὓς τὴν ἱερὴν σκηνὴν κατασκευάζειν ἐκελεύεστο.