Ancient Greek
360.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 360.6
Unproofread scanNot analysed yet
Κρίμα τὴν διαγωγήν καὶ τὴν διοίκησιν καλεῖ. Πόρνην δὲ οὐχ οὕτω τὴν παλαιὰν Ῥώμην ἐπιτετυχικὸς χρὴ ἀκούειν, ὡς τὸν παρόντα κόσμον, ὃς καὶ αἵμασιν ἀμυθότοις καὶ βασιλεῦσι πλείοσι Ῥώμης ἐνευθυνεῖται, ὡς ἐξ ἀρχῆς κεκριμένα πορνικῶς διατεῖσθαι, πορνείας οὐ τῆς αἰσχρᾶς συμπολιχῆς τῶν σωμάτων μόνης νοουμένης, ἀλλὰ καὶ πάσης ἀπὸ θεοῦ ἐκκλίσεως. "Ετεροι δὲ τινες τῶν τὴν προκειμένην ἀποκάλυψιν ἐπισκεψαμένων, πόρνην τὴν παλαιὰν ὑπελήφασιν Ῥώμην, ἢ τὴν καθ' ὅλου βασιλείαν μέχρι τῆς δευτέρας παρατείνουσαν τοῦ Κυρίου παρουσίας· ὕδατα δὲ τὰ ἔθνη, ὧν ἄρχει τε καὶ ἄρξει, ἐν' αὐτῶν τοῦ ἰδρύσθαι τὸ κράτος ἔχουσα. "Οτι δὲ τὰ ὕδατα εἰς ἔθνη ἡ θεία Γραφὴ οἴδεν ὑποβάλλειν, ἀκούσον (58) τοῦ θεοπατορὸς τῶν, «Ἀπὸ φωνῶν ὑδάτων πολλῶν, »εἰς ἔθνος ἐκλαλαβάνοντος.