Ancient Greek
362.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 362.3
Unproofread scanNot analysed yet
ΚΕΦΑΛ. ΝΑ'. Ὅπως ὁ ἄγγελος τὸ ὁραθὲν αὐτῷ μυστήριον ἡρμήνευσεν. Ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικός, καὶ τοῦ θηρίου τοῦ βασιζόντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα. Τὸ θηρίον ὁ εἶδες ἦν καὶ οὐκ ἔστι, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ὑπάγει. Καὶ θαυμάσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐπὶ τῇ βιβλίῳ τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλέποντες τὴν ἦν τὸ θηρίον καὶ οὐκ ἔστι, καὶ παρέσται. Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. Αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὧν ἡ γυνὴ κάθηται ἐπ' αὐτῶν, καὶ βασιλεῖς εἰσιν ἑπτὰ. Οἱ πέντε ἔπεσον, ὁ εἷς ἐστιν, ὁ ἄλλος οὔπω ἦλθε. Καὶ ὅταν ἔλθῃ, οὐχὶ πολλὴν ὥραν μένειν. Καὶ τὸ θηρίον ὁ ἦν καὶ οὐκ ἔστι, καὶ αὐτὸς ὀγδοὸς ἐστι, καὶ ἐκ τῶν ἑπτὰ ἐστι, καὶ εἰς ἀπώλειαν ὑπάγει.