Ancient Greek
363.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 363.2
Unproofread scanNot analysed yet
Αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ δρῆ εἰσίν. Ὄρῃ εἰσίν, ὅπου ἡ γυνὴ κάθηται. Γυναῖκα ἔφημεν εἰρηκότες ὡς τὴν φθαρτὸν τοῦτον βίον φησὶ θῆλυν καὶ μηδὲν ἀνδρικὸν ἐμφαίνοντα. Ὄρῃ δὲ καὶ κεφαλαὶ ἑπτὰ, τόπους ἠγοῦμεθα ἐν ὑπεροχῇ καὶ δυναστείᾳ κοσμικῇ τοὺς λοιποὺς ὑξέχοντας, ἐφ’ οὓς κατὰ καιροὺς τὴν τοῦ κόσμου βασιλείαν ἐστηρίχθαι ἐγνωμεν. Ὁς πρῶτον ἐν Νινευῇ τὴν τῶν Ἀσσυρίων [ἀρχὴν· δεύτερον ἐν Ἐκβατάνοις τὴν Μήδων δυναστείαν ἀπὸ Ἀρδάκου κρατήσασαν τῶν Ἀσσυρίων (60)], ὧν τὴν βασιλεία Σαρδαναπάλον κρατήσας ὁ Ἀρδάκης καθεῖρε. Μετὰ τούτους ἐν Βαβυλῶνι τὸ Χαλδαίων κράτος ὑπερέχεν, ὧν Ναβουχοδονόσορ ὁ βασιλεὺς ἐδασίλευσεν. Εἶτα μετὰ τὴν τούτων καὶ τῶν Μήδων κατάλυσιν, ἐν Σούσαις ὑπὸ Κύρου τῆς Περσῶν βασιλείας καθυσταμένης, [μετὰ δὲ τὴν ταύτης ὑπὸ Ἀλεξάνδρου καθαίρεσιν,] ἡ τῶν Μακεδόνων ὑπεστήλθεν ἀρχή. Ἐκ τούτων ἡ ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ τῶν Ῥωμαίων ἀρχὴ καὶ ἰσχύς, ἐπὶ μὲν Αὐγούστου Καίσαρος μετὰ τοὺς πρώην βασιλεῖς αὐτὴς καὶ ὑπάτους μοναρχήσασα, ὑπὸ δὲ ἀσεβῶν μέχρι Κωνσταντίνου κατασχεθεῖσα, ὧν μετὰ τὴν κατάλυσιν εἰς τὴν νέαν Ῥώμην τὰ τῶν φιλοχρίστων βασιλέων μετηνέχθη βασιλεία. Κατὰ δὲ τὴν αὐτὴν ἔνοιαν, καὶ τοὺς ἑπτὰ βασιλεῖς ἐνδεκτέον τῆς ἐναλλαγῆς τῶν γενῶν, ἀρσενικοῦ, λῆγου, καὶ θηλυκοῦ, μηδὲν παρεμποδιζούσης τῆς διανοίας τὴν ταυτότητα, εἰ ἄκωι μὲν θηλυκῶς τὰς κεφαλὰς καὶ ἑπτὰ δρῆ οὐδενέρως, ἐνταῦθα δὲ βασιλεῖς ἑπτὰ ἐσήμανεν. Οὐδὲν γὰρ ἡ Γραφὴ περὶ τούτων εἴωθε μικρολογεῖσθαι.