Ancient Greek
367.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 367.3
Unproofread scanNot analysed yet
Ἐπιμένει τῇ τροπολογίᾳ ὡς ἐκφαντικωτέραν γενέσθαι ἀπὸ τῆς πορνικῆς ἀκαθαρσίας τὴν πλημμέλειαν. Τοὺς δαίμονας δὲ εἶναι τούτους ἔφαμεν καὶ μακρόθεν ἐστηκότας. Αὐτοὶ γὰρ ἄτε νόες, καὶ πρὸ τῆς πείρας τῆς διέκασιν εἰδέναι οἷοί τέ εἰσι, καὶ ὡς ἀπὸ καπνοῦ τοῦ πυρὸς τὴν ὑπόστασιν συνιέναι. Τὸ δέ· Οἶαί, ὀργινῶδές ἐστιν ἐπιφθέγμα, εἰωθὸς ἐπὶ συμφοραῖς ἐνεργουμέναις ἐκφωνεῖσθαι. Διὸ καὶ νῦν μάλιστα τῷ παγχωσίμῳ καὶ ἀθρόῳ συμπτώματι μεταχειρίζεται. Ἱσχυρὰν δὲ πόλιν αὐτὴν φησιν ὡς ἐξ ἀπείρου σχεδὸν χρόνου τὲ εἶναι διαλαβοῦσαν εἰς ἀδιάρρηκτον σύνδεσμον καὶ οὐποτε ἐλπιζόμενα διαλυθῆναι.