Ancient Greek
368.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 368.3
Unproofread scanNot analysed yet
Οἱ ἐμποροὶ τούτων, οἱ πλουτήσαντες ἀπ' αὐτῆς, ἀπὸ μακρόθεν στῆσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίουσες, καὶ πενθοῦντες καὶ λέγοντες· Οὐαὶ, οὐαὶ, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον, καὶ πορφυροῦν κδμινον, καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ, καὶ μαργαρίταις· ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσούτος πλοῦτος. Καὶ πᾶς κυβερνήτης, καὶ πᾶς ἐκὶ τῶν πλοίων πλέων, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἑστησαν, καὶ ἔκραζον, βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, λέγοντες· Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ; Καὶ ἐβάλον χοῦν ἐπὶ τῆς κεφαλᾶς αὐτῶν, καὶ ἔκραζον κλαίουσες καὶ πενθοῦντες καὶ λέγοντες· Οὐαὶ, οὐαὶ, ἡ πόλις ἡ μεγάλη, ἐν ἥ ἐπλούτησαν πάντες οἱ ἔχοντες πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.