Ancient Greek
373.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 373.3
Unproofread scanNot analysed yet
Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ. Οὐχ ὅτι τοιούτοις τῷ εἴδει περιγράφεται, Θεὸς δὲ τὸν οὐρανὸν πληρῶν, καὶ μηδὲν τόπῳ περιοριζόμενος· καὶ δὴ γε πρὸς τούτους καὶ διαφόρους εἴδεσι, τοῖς θείοις ὁπτανύμενοι· προφήταις, ἀλλ’ ὅτι δεῖ συγκαταβαίνειν τῇ ἀσθενείᾳ τῆς ἀνθρωπίνης κατανοήσεως. Ἄφ’ οὗ καὶ ὅρῶν, ὡς οὐ σωματικοῖς χαρακτήρι διεκτέλλεται ὁ Θεός, τοῖς δὲ καιροῖς καὶ τοῖς πράγμασι ἀρμοιούμενος τυγχάνει, ὥσπερ καὶ νῦν ἐπεὶ κρίσεως καιρὸς καὶ τῶν ἐκάστῳ βεβιωμένων ἢ κατ’ ἀξίαν ἀπόδοσις πάρεισι, τοῖς ὀφθαλμοῖς αὐτοῦ φλογὶ ἀπεικάσθαι δρώμεν πυρός, ἔχουσι πρὸς τὸ φωτιστικὸν καὶ καυστικόν· φωτιστικὸν μὲν, ἀγγέλους καὶ δικαίους· καυστικὸν δὲ, δαίμονι καὶ ἀμαρτωλοῖς.