Ancient Greek
374.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 374.1
Unproofread scanNot analysed yet
τοῦτο, καθάπερ ὁ ἡμέτερος λόγος ἐκ τοῦ νοῦ προέεισιν, ἡ τῶ πάντων τοὺς λόγους ἐν ἑαυτῷ φέρειν. Καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ. Ἀρχιστράτηγος ὢν τῶν οὐρανίων δυνάμεων, ὡς αὐτὸς Ἰησοῦ τῷ τοῦ Ναυὴ ἐχρημάτισεν, εἰκῶτως ὁπαδοὺς κατά τὴν στρατηγίαν συμπληροῦντας τὰ τάγματα ἔσχηκε τὰ νῦν μάλιστα ἐπὶ πολέμων τῶν ἀσεβῶν ὁρμώμενα. Ταῦτα δὲ ἀνθρωπίνως διεσκεύασται ἐν τῇ ἀποκαλύψει, ὅτι μηδὲ ἄλλως ἤν δηλωθῆναι ταῦτα. Ἱππῶται δὲ καὶ ἵπποις ἵποχοι λευκοῖς παρίστανται, τῶν ἵππων μὲν τὸ ὀξὺ τῆς ἐπελεύσεως αἰνισσομένων, τοῦ δὲ λευκοῦ τοῦ ἐν τοῖς ἵπποις τοῦ τοιούτους ἐναγαλλαζέσθαι τὰ οὐράνια τάγματα. Καὶ δὴ γε καὶ αὐτοὶ οἱ ἀναβάται λευχὴν ἁμπεχόμανοι τὴν ἀπὸ βύσσου στολὴν ἐπιδείκνυνται. Τί γὰρ τῇ οὐρανίῳ καὶ θείᾳ φρατρὶ τῶν ἐνύλων τε καὶ γήινων ἐνθεωρητέη ἀν ἀρμόζουτερον;