Ancient Greek
375.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 375.3
Unproofread scanNot analysed yet
Δεῦτε, συνάχθητε εἰς τὸ δεῖπνον. Δεῖπνον, ἄλλ’ οὐ πόλεμον λέγει τὴν μετὰ τῶν ἁμαρτωλῶν τῶν δικαίων ἀντεξέτασιν· ἐπεὶ καὶ οὕτως ἔχει. Τίς γὰρ τῷ ἰσχυρῷ ἰκανὸς ἀντιφέρεσθαι; Εἰ δ’ ἄρα καὶ πόλεμος εἴρηται, πρὸς τὴν τῶν ἁμαρτωλῶν ὀργὴν εἰρήσθαι φαμεν, οὐ πρὸς αὐτὸ τὸ ἔργον. Δεῖπνον δὲ ὅλως εἴρηται, τὸ προηγούμενον θέλημα τοῦ Θεοῦ, ὃ καὶ εὐδοκία λέγεται, καὶ δεῖπνον τριπλῶθητον τὸ πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.