Ancient Greek
378.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 378.1
Unproofread scanNot analysed yet
ὅταν διαφορά ἐν αὐτοῖς ὁρᾶται κατὰ τὸ χεῖρον καὶ βέλτιον, οἱ τῷ χείρονι ἐνεδόμενοι, οὐ τῆς τυχοῦσης ἀξιοῦ τιμωρίας, ὅτι μὴ τοὺς ὁμογενεῖς ἀναμιλλώμενοι κατωρθώσεως. Κρίμα τοίνυν δοθῆναι αὐτοῖς ἀντὶ τοῦ κατακρίνειν, ὡς μὴ μόνον ἐδέξαντο τῇ εὐεργετῇ Χριστῷ ἀκολουθῆσαι τοῖς προφητικοῖς ἐπαμείνοι χρησμοῖς, ἀλλ’ ἤδη καὶ ἀπεναντίας τούτων χωρῆσαι. Κατακριθῆναι δὲ καὶ διὰ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ Θεοῦ, τούτ’ ἐστι, διὰ τὴν εἰς Θεὸν πίστιν, οἵτινες τὸν διὰ σιδηροῦ ὑπήνεγκαν θάνατον. Ἡ καὶ τροπικῶς τὸ πεπελεκισθῆναι περὶ τῶν νεκρωσάντων τὰ μέλη ἑαυτῶν τὰ ἐπὶ τῆς γῆς.