Ancient Greek
379.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 379.2
Unproofread scanNot analysed yet
B ΚΕΦΑΛ. ΣΓ'. Περὶ τοῦ Γῶγ καὶ Μαγώγ. Καὶ μετὰ τὰ χιλία ἔτη λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, καὶ ἐξελευσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν τῇς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γῶγ καὶ τὸν Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς ὡσεὶ ὄμμος τῆς θαλάσσης. Καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς, καὶ ἐκύκλωσαν τὴν παρεμβολὴν τῶν ἁγίων, καὶ τὴν πόλιν τὴν ἡγαπημένην. Καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ, καὶ κατέφαγεν αὐτούς. Καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου, ὅπου καὶ τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.