Ancient Greek
381.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 381.2
Unproofread scanNot analysed yet
ΚΕΦΑΛ. ΖΔ'. Περὶ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ τῆς κοινῆς ἀναστάσεως καὶ κρίσεως. Καὶ εἶδον θρόνον μέγαν λευκόν, καὶ τὸν καθήμενον ἐπ' αὐτόν. Οὐ ἀπὸ προσώπου ἐφυγεν ἡ γῆ καὶ ὁ οὐρανός. Καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. Καὶ εἶδον τοὺς νεκροὺς ἐστωὺς τοὺς μικροὺς καὶ τοὺς μεγάλους ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία ἀνοίχθησαν. Καὶ ἄλλο βιβλίον ἠνεώχθη, ὁ ἐστι τῆς ζωῆς. Καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν. Καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ ᾍδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς. Καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν. Καὶ ὁ θάνατος καὶ ὁ ᾍδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. Οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός. Καὶ εἰ τις οὐχ εὑρέθη ἐν τῷ βιβλίῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.