Ancient Greek
382.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 382.2
Unproofread scanNot analysed yet
Αν τοῖς αὐτοῖς σώμασιν, ἀ ἐξ αἰῶνος φθαρέντα εἰς τὸ μὴ εἶναι ἐγήρηνσαν, τοῦτο νῦν ἐπανορθούμενος ὁ λόγος φησίν, ὅτι Ὡς τὰ σώματα ἐπὶ τὴν ἀρχὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι προῆλθον, οὐκ ἐξ αὐτομάτων, ἀλλ’ ἐκ τῶν τεσσάρων στοιχείων, ὕδατος, πυρός, ἀέρος, γῆς· οὕτως εὐλόγως εἰς αὐτὰ πάλιν ἀναλυθέντα, ἐκ τούτων αὐδὴς τὴν σύμπηξιν ἀναλήψονται. Ἐπεὶ δὲ τοῦτο, καὶ συνδρομὴ πάλιν τῶν καταρχὰς μερῶν εἰς ὑπόστασιν αὐτῶν ἀνθρώπων, διὰ τοῦτό φησι τὴν θάλασσαν, ἥτοι τὴν ὑδατώδη οὐσίαν ἀποβλῆσαι τὸ πρὸς αὐτὴν χωρήσαν ὑγρόν· θάνατον δὲ τὴν γεώδη, ἐπεὶ καὶ εἴρηται περὶ αὐτῆς τῆς, «Εἰς χοῦν θανάτου κατηγάγας με. »Χοῦς δὲ, ὅτι γῆ, τὶς νοῦν ἔχων ἀγνοεῖ; Ἀδην δὲ, τὸν ἀέρα καλεῖ, τῷ μὴ ἔχειν χαρακτῆρα διὰ μακότητος οὐσίας. Ὁμοίως δὲ καὶ τὸ πῦρ. Ἀδην δὲ λέγει, ἀπὸ τοῦ εἰς ἀβίαν καὶ ἀφάνειαν, οἷς ἂν ἐπιλθῇ, τούτους ἐμβαλεῖν.