Ancient Greek
386.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 386.4
Unproofread scanNot analysed yet
Καὶ ὀνόματα ἐπιγεγραμμένα. Ἐπὶ μὲν τῆς Μωϋσέως λατρείας, τὰ τῶν ἀρχιφυλῶν ὀνόματα ἐπὶ τῆς ἐπωμίδος γεγράφθαι, πρόσταγμα · ἐν δὲ τῇ κατὰ Κύριον Ἰησοῦν Διαθήκῃ τοῦ νέου Ἰσραὴλ τὰ ὀνόματα ἐπὶ τοῖς πυλῶσι, τοὔτεστι, τοῖς εἰσαγωγείοις, περὶ ὧν καὶ εἴρηται · «Ἀπαγγελῶ τὸ ὄνομά σου κατὰ ἀδελφοὺς μου, »ὄνομα τὴν πίστιν τὴν κατὰ Χριστόν, μυστηρίων λέγων, ὁ οὐκ εἰς ἀπόρρητον ἐγερμθῆναι, ἀλλ’ εἰς ἅπας προύπτον προβάλλεσθαι ὑπισχνεῖται. Ἀναλόγως δὲ ταῖς ἀπὸ Ἰακώβ φυλαῖς καὶ οἱ πυλῶνες, ὅτι μηδὲ πάντα καθήργηται τὰ τῆς Παλαιᾶς τῇ κατὰ Χριστὸν πίστει, ἀλλ’ ὅσον τὰ νηπιώδη τῆς ἀνδροχῆς καταστάσεως ἀσθενέστερα.