Ancient Greek
387.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 387.5
Unproofread scanNot analysed yet
Καὶ ἡ πόλις τετράγωνος κεῖται. Τοῦ τείχους καὶ τῆς πόλεως τὸ σχῆμα, τετράγωνον, καὶ τῶν πυλῶνων εἰς δώδεκα. Τετράγωνος γὰρ οὕσα ἡ πόλις, τῷ σταυρικῷ σημείῳ κατὰ τὸν διάμετρον διηρῆθη, ὡς οὐ καὶ αἱ τέσσαρες πλευραὶ ἀνὰ τρισὶ πυλώσι τὴν εἴσοδον ἡμοίρησαν ἔχειν, ὡς ἔδημεν παραδέξμενοι. Ἐπὶ σταδίου δώδεκα χιλιάδων. Ἰσαρίθμους τοῖς μακαρίοις ἀποστόλοις οἱ σταδιοί. Ἐπεὶ καὶ τοῦ κηρύγματος αὐτῶν καρπὸς ἡ ἑκάστου ἀποκειμένη λῆξις. Ἰσόμετρος οὖσα κατὰ πάσας τὰς διαστάσεις, καὶ τοῦ κατὰ θεὸν βίου αὶ ἀρεταὶ ἐν συμμετρίᾳ τὸ εἶναι ἔχουσι κατὰ Παῦλον τὸν θεῖον, ὅς οἷδε καὶ ταπεινοῦσθαι, καὶ περισσεύειν, καὶ χορτάζεσθαι, καὶ πεινᾶν. Καὶ οὕτω, ὁ ἀριθμὸς τῶν μακαρίων ἀποστόλων ἐμφανὴν ἔχει. Ὁ δώδεκα γὰρ ἐν’ ἐαυτῷ πολυπλασιασθεὶς τὸν ἑκατοντεσσαρακονταέσσαρα ποιεῖ. Τὸ δὲ μέτρον τῶν ἑκατοντεσσαρακονταεσσάρων πηχῶν μέτρον ἀνθρώπου εἰπών, ἐπιφέρει, ὅτι τὸ μέτρον τοῦτο ἀγγέλου ἐστίν, εἰ καὶ κατὰ τὸ