Ancient Greek
390.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 390.6
Unproofread scanNot analysed yet
Ἄνὰ εἰς ἕκαστος τῶν πυλῶν ἦν ἐξ ἑνὸς μαργαρίτου. Καὶ ἡ πλατεία τῆς πόλεως, χρυσίον καθαρὸν, ὡς ὕαλος διαυγής. Καὶ ναὸν οὐν εὗρον ἐν αὐτῇ. Ὁ γὰρ Θεὸς ὁ παντοκράτωρ, ναὸς αὐτῆς ἐσται, καὶ τὸ Ἀρνίον. Καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου, οὐδὲ τῆς σελήνης, ἵνα φαίνωνται ἐν αὐτῇ. Ἡ γὰρ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ Ἀρνίον. Καὶ περιπατήσουσι τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς, καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσι τὴν δόξαν καὶ τιμὴν αὐτῶν εἰς αὐ τὴν. Καὶ οἱ πυλῶνες αὐτῆς, οὐ μὴ κλεισθῶσιν ἡμέρας. Νὺξ γὰρ οὐκ ἔσται ἐν αὐτῇ. Καὶ οἰσουσι τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἔθνων εἰς αὐτήν, ἵνα εἰσέλθωσιν. Καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν Μαργαρίταις, τοὺς ἁγίους ἀποστόλους ἀπεικάζει, καὶ ἀνὰ ἕκαστον αὐτῶν τὸ παράδοξον οὐχ ὅπως τῇ λευκότητι τοῦ βίου ἐπφαίνοντα, ἀλλ' ἤδη καὶ τῷ μεγέθει καὶ ἀναστήματι τῶν ἐγχειρημάτων τὸ κατάπληκτον ἐπαγομένους. Τὴν δὲ πλατείαν τῆς πόλεως, ἤτοι τῆς μακαρίας κατασκηνώσεως, τὸ διεὐδυὸν καὶ βιώσιμον, χρυσίῳ ἀπεῖκασεν.