Ancient Greek
391.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 391.3
Unproofread scanNot analysed yet
B ΚΕΦΑΛ. ΖΗΘ. Περὶ τοῦ καθαροῦ ποταμοῦ τοῦ ἐκπυρόθεντος ἐκ τοῦ θρόνου προρεύσθαι. Καὶ ἐδειξέ μοι ποταμὸν καθαρόν, ὅδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ Ἀρνίου ἐν μέσῳ τῆς πλατείας αὐτῆς. Καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκ ἑτέρου ξύλον ζωῆς ποιῶν καρποὺς δώδεκα κατὰ μήνα ἕνα ἕκαστον ἀποδιδὼν τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν. Καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἐκεῖ. Καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ Ἀρνίου ἐν αὐτῇ ἔσται. Καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ, καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν. Καὶ νὺξ οὐκ ἔσται ἐκεῖ, καὶ χρείαν οὐκ ἔχουσι λύχνου καὶ φωτὸς βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.