Ancient Greek
394.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 394.1
Unproofread scanNot analysed yet
Α καὶ τὸ τέλος, οὐδὲν δυσχερὲς ἐννῶσαι, καθ’ ὅτι καὶ αὐτὸς ὑπέθετο. Ζητεῖν δὲ τοὺς ἐξεταστικωτέροις περιγίνεται, τίνος χάριν μὴ δι’ ἑτέρων τούτο, εἰ μὴ διὰ τῶν γραμμάτων ὑπέφηγε. Φαμὲν οὖν ὡς, ἐπειδὴ τὴν ἀπεκδοχὴν τῶν τοιούτων ἐπαγγελιῶν μόνῳ τῷ λόγῳ τετιμημένων ἐστι προσδοκᾶν, διὰ τοῦτο τὸν τρόπον τοῦτον καὶ οὐκ ἄλλως πως ἐδήλωσε. Τεχμήριον δὲ τῆς τοιαύτης δημιουργίας, ἢ τῶν γραμμάτων εὑρεσις. Αὐτὰ δὲ ταῦτα, κατὰ τὸν Σταγειρίτην, σύμβολα τῶν ἐν τῇ εὐσήμῳ φωνῇ ἀνθρώπων. Διὰ τοῦτο καὶ τὸ δηλωτικὴ τῶν ὀνομάτων χρήσθαι φωνὴ ἐδόκει αὐτῷ. Καὶ εἰκῶς τῇ τοιαύτῃ δημιουργίᾳ καὶ τοιούτοις ὑποδείγμασι τῆς ἀρχῆς ἐχρήσατο καὶ τοῦ τέλους.