Ancient Greek
40.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 40.3
Unproofread scanNot analysed yet
ΚΕΦΑΛ. ΟΒ’. —Τίνα ἐστὶ τὰ διὰ Σαμουὴλ διαπεπραγμένα θαύματα. Μειράκιον ὢν ἐτι, θείας ἤκουσε φωνῆς ἐν τῇ ἱερᾷ σκηνῇ τρεφόμενος, ὡς Ἠλεὶ ὁ ἀρχιερεὺς παντάπασιν ἀπὸ τῆς ἀρχιερωσύνης καθαιρεῖται. Ἱερεὺς ὁμοῦ καὶ προφήτης καὶ κριτὴς γενόμενος τοῦ λαοῦ, ἐν ἀριστοκρατίᾳ πρυτανεύσας διέπρεψεν ἐν ἀπασί. Τὸν λαὸν εὐνομεῖν ἐδίδασκε· καὶ τῶν Ἀλλοφύλων πολεμεῖν, κατὰ τὴν τῆς διδασκαλίας καιρὸν ἐπελθόντων παρ-εθάρρυνε, παραίνων μὴ δεδιέναι τοῦ πλήθους τῶν πολεμίων τὴν ἔφοδον. Παραυτίκα δὲ τῆς ἐντεύξεως ἱεουργηθῆναι, τοὺς πολεμίους ἐτρέψατο, καὶ τὴν κατ’ αὐτῶν ἀπεδίδο τῷ λαῷ νίκην, πλουσίους δὲ τῶν καταλειφασιν σκυλῶν μετὰ τὴν αἵρεσιν αὐτῶν ποιήσας. Αἰτησαντι τῷ λαῷ τοὺς Ἑθνείας Ἰσρα βασιλεύεσθαι, χέριχε τὸν Σαοὺλ, καὶ προεῖπεν αὐτῷ χρυσθέντι τὰ κατὰ τὴν ὁδὸν ἀπὸντι πιστωτικὰ τῆς βασιλείας ἀπαντήσοντα σύμβολα.