Ancient Greek
408.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 408.1
Unproofread scanNot analysed yet
ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΙΩΑΝΝΟΥ ΛΟΓΟΣ ΠΡΟΣΦΟΝΗΤΙΚΟΣ Η ΧΑΡΙΣΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΜΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ. A'. Χαίρετε τοῦτό μοι τὸ βραχὺ καὶ μέγα τοῦ λόγου προσοίμιον. Χαίρετε τοῦτο καὶ ἀρχὴ καὶ μέση καὶ τελευτή. Χαίρετε· τοῦτο νῦν καὶ φύσις ὅλη καὶ κτίσις καὶ λόγος διακελεύεται· μᾶλλον δὲ τοῦτο καὶ πρὸ τῶν λόγων ὁ λόγος, οὐ τῶν ἐμῶν μόνον, ἀλλὰ καὶ τῶν πάντων ἀνθρώπων καὶ ὄντων καὶ ἐσομένων, οὗ τοῦ Πατρὸς καὶ νοῦς, ὁ Λόγος ὁμοῦ καὶ Υἱός, ὁ καὶ Θεοῦ καὶ Θεός, ὁ ἀληθέστατος ἄμα καὶ δυνατώτατος, οὐ διέταξάτο μόνον, ἀλλὰ καὶ κατεπράξατο. Χαίρετε, οὐρανὲ καὶ γῆ καὶ γένος ἅπαν, καὶ ἡλικία πᾶσα, καὶ φύσις ἑκατέρα· ἄνδρες καὶ γυναῖκες, ζῶντες καὶ τεθνηκότες, ὅλη γεννητὴ κτίσις ὁρατὴ τε καὶ ἀόρατος. Καὶ χαίρετε, οἶδ' ὅτι, τοῦ μεγάλου τοῦτου καὶ φλογεροῦ κήρυκος ὑπακούσαντες, ὡςπερ διὰ μιᾶς τῆς ἁδᾶς, οὕτω καὶ διὰ μιᾶς νῦν τῆς χαρᾶς.