Ancient Greek
408.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 408.5
Unproofread scanNot analysed yet
B'. Ὡς μέγα μὲν οὖν τὸ νῦν ῥηθὲν τε ἄμα καὶ πραχθέν. Μέγα καὶ φρικτόν, καὶ μήτε λόγῳ ῥητόν, μήτε ἀκοῇ χωρητόν, μήτε νοῦ καταληπτόν. Ἄνθρωπος ὁ Θεός, καὶ Θεὸς ὁ ἄνθρωπος σήμερον, καὶ κοινωνὸς τῆς φύσεως ὁ ἐχθρός, καὶ φίλτατα μὲν τὰ πολεμιώτατα, συμφυέστατα δὲ τὰ πρὶν ἀμεικτότατα, λόγος καὶ σάρξ, ὕλη καὶ φλὸξ, χρόνος καὶ ἄγνος· περὶ τοῦ ἀχρονίου τε καὶ ἀπειροῦ· καὶ ὁ ἀραύμενος εὐλογεῖ, καὶ ὁ τῆς Ἐδὲμ ἀποικίσας ἐνοικεῖ, καὶ λαμβάνει· τὴν ἀραθεῖσαν φύσιν τε καὶ νηδύν· καὶ ὁ μὲν Ἄδᾶμ τὴν Ἐδὲμ, ὁ δὲ γεννητοῦς ἀμφοῖν τὴν κατακριθεῖσαν τὰς ἀκάθους ἀντιλαμβάνει· μᾶλλον δέ, ὁ μὲν ἀντ' ἐκείνης τὸν οὐρανόν, ὁ δὲ τὸν οὐρανὸν λῖπὼν ἐπὶ τὴν ἅδην χωρεῖ.