Ancient Greek
412.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 412.2
Unproofread scanNot analysed yet
IA'. Ἄλλα ταῦτα μὲν τὰ τῆς νύμφης. [Τοῦτο τῇ κόρῃ μαρτυρεῖ.] Τὸ δὲ καὶ αὐτὴν αὕτη χαριζέσθαι τὴν χάριν [διὰ τὴν λύπην, καὶ τὴν λύσιν τῆς ἀποφάσεως, τοῦτο ἡ ἐπαγγελία. Καὶ τὸ μὲν, Χαῖρε, οἶονεὶ μὴνστορον τοῦ νυμφίου· καὶ ἀρραβὼν· τὸ δὲ, κεχαρισμένη ταῖς ἀρεταῖς, τοῦτο τῆς νύμφης ὁ πλοῦτος. Τὸ δὲ καὶ Ὁ Κύριος μετὰ σοῦ, αὐτὸ τῆς ἐπαγγελίας τὸ τέλος, αὐτὸς ὁ νυμφίος εὐλόγος, ὡς Λόγος διὰ λόγου καὶ σὺν τῷ λόγῳ καὶ ὑπὲρ λόγον τὴν ἔνωσιν ἐργαζόμενος· (τὸ δὲ καὶ μετ' αὐτῆς αὐτὸν γενέσθαι, τοῦτο τὸ δῶρον πᾶν, τοῦτο πᾶς· ὁ τοῦ νυμφίου πλοῦτος, τῇ νύμφῃ αὐτὸς ὁ νυμφίος.) Καὶ νυμφίος ὁ αὐτὸς ὁμοῦ καὶ Πατὴρ καὶ Υἱὸς γινόμενος, ὡς αὐτὸς μὲν σπεῖρων, αὐτὸς δὲ σπειρόμενος, μᾶλλον δὲ, ὅσπερ ὁπὸς γάλα, τὴν ὕλην φύσιν νικῶν, καὶ ἑαυτῷ περιπλαττόντων. Οἷον δὲ καὶ τὸ ἀπροτελεύτων! ὡς πληρεστάτων τε ἄμα καὶ συντομώτατον!]