Ancient Greek
415.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 415.1
Unproofread scanNot analysed yet
17 Τί οὖν ὁ νυμφαγωγὸς τε καὶ νυμφστάδιος ; Δ[“Ορα, πῶς τῇ Παρθένῳ λύει τὴν ἀπορίαν ὁ ἄγγελος καὶ] πῶς αὐτῇ διεργμηνεύει τὸν ἀφθαρτον γάμον, καὶ τὸν ἀφραστον τόκον [καὶ τὸν ἀκατάληπτον τρόπον], καὶ ἄμα μυσταγωγεῖ τὸ τῆς Τριάδος αὐτῇ μυστήριον · [Οὐ χρεία, φησίν, ἀνδρός · οὐ γὰρ ὁμοίως ταῖς ἄλλαις τὰ σά, ὥσπερ οὗδε τὰ τοῦ Υἱοῦ τοῖς υἱοῖς. Οὐ γὰρ ἡ σὴ συλληψις τῆς παρθενίας ἀφαίρεσις, ἀλλὰ καὶ τοῦναντίον σφραγὶς καὶ συντήρησις. Δέχοῦ οὖν, ὦ Παρθένε, τὸ λεχθέν · μὴ ζήτει τὸ συγηνέν. Τῷ τόκῳ μαρτυρῶ · τῷ τρόπῳ παραχωρῶ. “Ἄγγελος γάρ, οὐ· διδάσκαλος σοι τῆς οἰκονομίας ἐλήλυθα · διάκονος καὶ κήρυξ τῆς Δεσποτικῆς ἀπεστολῆν ἐπιδήμιας, οὐκ ἐρμηνεύς, οὐδ’ ἐξηγητὴς τοῦ προσατάγματος. Πῶς ἔσται τοῦτο, οἶδεν αὐτὸς ὁ παρὼν· ὅτι πάρεισιν, ἐπίσταμαι · τὸν δὲ τρόπον λέγειν, οὐ δύναμαι.] Πνεύματι ἁγίῳ ἐπελεύσεται ἐπὶ σὲ [καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι]. [Οὐ γὰρ ἀνδρός, ἀλλ’ ἁγίου Πνεύματος ἡ ἐπέλευσις, καὶ αὐτῆς τῆς τοῦ Ὑψίστου δυνάμεως ἡ ἐπισκίασις. Τὸ μὲν οὖν Πνεῦμα, φησίν, ἐπελεύσεται] προοδωποιοῦν τῷ Υἱῷ τὴν εἴσοδον καὶ προεννοικοῦν καὶ προκαθαίρον αὐτῷ τὸν θάλαμον, μᾶλλον δὲ καὶ προσκαλλωπίζον, εἰ καὶ προεκκάθαρται καὶ προεκκαλλωπίσται.