Ancient Greek
416.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 416.2
Unproofread scanNot analysed yet
IH. [Διὰ τί δὲ οὐκ εἶπε, τὸ γεννώμενον ὑπὸ σοῦ, ἀλλ’ ἀπλῶς, τὸ γεννώμενον; “Ὅτι οἶδεν, οὐχ ἀπὸ γυναικός, ἀλλ’ ἀπὸ ἀνδρὸς κυρίως καὶ πρῶτως τὴν γέννησιν. Καὶ γεννᾶ μὲν ὁ πατήρ, ἡ δὲ μήτηρ διαδεχομένη, τελεσφορεῖ καὶ προάγει τὴν γέννησιν. “Ἵν’ οὖν μήτε ἀπὸ τούτης ὅλον, μήτε δὲ καὶ ἀπὸ πατρός, ἀλλ’ ἀφ’ ἑαυτοῦ δεῖξῃ τὸ γέννημα, καὶ γεννῶν ὁμοῦ καὶ γεννώμενον, διὰ τοῦτο οὕτως εἶπεν.] [Πίστις, φησὶ, τῶνδε τῶν εὐαγγελίων, ἕτερα εὐαγγέλια προσεμφερῆ καὶ ὑπερφύη, δι’ ἐμοῦ καὶ γινωσκόμενα καὶ γινόμενα. Τούτων δὲ σοι παρὰ πολλῶν ἀπόδειξις, ἀπὸ τοῦ ὀνόματος, ἀπὸ τῆς συγγενείας, ἀπὸ τοῦ πράγματος, ἀπὸ τοῦ χρόνου, καὶ ἀπ’ αὐτοῦ τοῦ θαύματος. Ἰδοὺ γὰρ Ἐλισάβετ, ἡ συγγενής σου, συνέλαβεν ἐν γήρει, ἡ καλουμένη στεῖρα· τοσούτον ἐξήνιψεν τῆς ἀπαιδίας, ὥστε καὶ εἰς κλῆσιν αὐτῇ γνῶρισμα εἶναι τὸ ἀτύχημα· καὶ δὴ πλέον, ὅτι οὐδὲν ἀδυνατήσει παρὰ τῷ Θεῷ].