Ancient Greek
418.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 418.3
Unproofread scanNot analysed yet
ΚΒ’. Ἄλλα ταῦτα μὲν ἕως· ἑτέρου λόγου τε καὶ καιροῦ, καὶ οὐ τῶν χαριστηρίων μᾶλλον, ἢ ἐναγωγίων. Νυνὶ δὲ βούλομαι μὲν ἅμα πολλὰ θαυμάζειν, καὶ χαίρειν, καὶ φρίττειν, ἥδη δὲ καὶ τοὺς χαριστηρίους προσάγειν. Οὐκ ἔχω δ’ οὖνινος ἂν καὶ μᾶλλον γένομαι, τοῦ θαύματος ἢ τῆς φρίκης, τῆς χαρᾶς ἢ τῆς εὐχαριστίας· καὶ τοῦ θαύματος ὁποτέρον μᾶλλον τοῦ μέρους, ὅπως ὁ Θεὸς ἄνθρωπος, ἢ ὅπως ὁ ἄνθρωπος γίνεται Θεός· καὶ ὅπως ὁ Θεὸς ὅλος καὶ ὁ Υἱὸς μόνος, ἢ ὅπως καὶ ὅλος ἐν τῷ κόλπῳ τῷ πατρικῷ, καὶ ὅλος ἐν τῇ νηδύι τῇ μητρικῇ · καὶ ὅπως ὁ Λόγος ἐκ Λόγου παχύνεται, ἢ ὅπως τὸ πᾶχος τῷ Λόγῳ συνέρχεται· ἢ ὅπως, ἵνα τὸ τελευταῖον εἴπω, παρθένος γεννᾷ, ἢ παρθένος τῇ σύλληψιν ἱδύεται, καὶ μετὰ τὴν σύλληψιν παρθένος διαφυλάττεται.