Ancient Greek
419.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 419.2
Unproofread scanNot analysed yet
ΚΓ'. Ὁ δὲ λόγος ἡδὴ καὶ τοῦ περὶ τὴν Παρθένον θαύματος ἀξιασθαι μὲν ἐφ', προστελάσαι δὲ ἤγγειξ. Πολλὰ μὲν γὰρ καὶ μεγάλα καὶ τὰ κατὰ τὴν Παλαιάν θαύματα · θαλασσὰ τε διτταμένη καὶ πάλιν συναντομένη · καὶ πέτρα πλημμυρουμένη νάμασι · ποταμοὶ ῥηγνύμενοι τε καὶ ἀναχαιτιζόμενοι · ἥλιος μὲν ἐπεχόμενος · νεφέλη δὲ καὶ προτρέχουσα, στυλὸς προερχόμενος τε καὶ ἐπερχόμενος · πηγὴ πικρὰ μέλι ρέουσα, καὶ ξηρὰ ῥάβδος; ἄνθεσι βρούσα · καὶ ἐκὶ πρὸ τοῦτον καιομένη τε βάτος ἀκαυστα ,καὶ δροσιζομένη κάμινος ἀσθεστα · καὶ ὕδωρ ὑδασιν εἰσπυρούμενον, καὶ ἰν' ἐὼ τὰ πολλά, πλάκες δακτύλῳ Θεοῦ γραφόμεναι, καὶ ὡσεὶ ἄμμος πετεινὰ βρεχόμενα · καὶ τὰ τούτων ἀρχαιότερα τε καὶ ἐμφανέστερα, καὶ νῦν πάλιν νεώτερα · στείραι τίκτουσαι, καὶ γηραῖαι βλαστάνουσαι ,παραλόγως μὲν, οὐχ ἀσπόρως δέ ! Ἄλλὰ τί μοι ταῦτα, πρὸς τὸ νόμους λυθῆναι λῦγον καὶ φύσεως ; Ἄλλ' οὐχὶ χρόνου τε καὶ πηρώσεως καὶ συλλαβεῖν καὶ τεκεῖν παρθένον ; Οὐχ ἄνθος οὐδὲ καρπὸν, ὡς ἡ ῥάβδος, μόνον, οὐδὲ τι ῥευτὸν ἢ καὶ δύψυχον, ὡς ἡ πέτρα τὸ νάμα, ἀλλὰ βροτόν, μᾶλλον δὲ Θεὸν ὁμοῦ καὶ βροτόν, λογικὸν τε καὶ νοερὸν · καὶ οὐχ ὅσον μὴ φλεχθῆναι, ἀλλὰ καὶ θεωθῆναι, μηδ' ὕλική, καθάπερ οἱ παῖδες, ἀλλὰ Θεοῦ φλογί · μηδ' ἀκαρπὴ καὶ ἐξωθεν σχεῖν τὴν φύλογα, καθάπερ ἡ βάτος, ἀλλ' ἐνὼν τε καὶ ἐπὶ τοσοῦτον · καὶ μὴ διελθεῖν δυνάμει μόνον, καθά καὶ ἡ Ἑρὼθρὰ πάλαι τῷ Ἰσαφᾶ, ἀλλὰ καὶ σάρκα δούνα τῷ ἐξ αὐτῆς · μηδὲ ἀπλῶς γραφθῆναι ,καθάπερ αἱ πλάκες Θεοῦ δακτύλῳ, ἀλλὰ καὶ αὐτὸν συνοῦσιωθῆναι τὸν Λόγον, καὶ ὑποστῆναι τὸ πρόσλημμα, τίσι ταῦτα παραβαλεῖν εἴκῳ ;