Ancient Greek
428.9
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 428.9
Unproofread scanNot analysed yet
δένδρων, τῷ ἐτοίμῳ καταπεφρόνηται, ἢ θάμνου τις ἦν πάλαι καλὴ καὶ παρθενικὴ. Τοῦ δὲ κάλλους ἐρασταὶ πολλοὶ καὶ ἐρωτικοί· σωφρονοῦσα δὲ καὶ μὴ προδιδοῦσα τὴν ὥραν, ἐπὶ μᾶλλον δυσέρωτας ἐποίησε τοὺς ἐραστάς· οἱ δὲ, τέως μὲν ἤρουν ὡς ἐρασταί, καὶ ἠμιλλῶντο πρὸς ἀλλήλους· ἔπειτα οἰνωθέντες ἀλλήλους φονεύουσι, ὡς ἀντερασταί. Ἐφίσταται ἡ παρθενική, καὶ ἐλεεὶ μὲν ἐκείνους· αἰδεῖται δὲ τοὺς ζῶντας, δακρύει δὲ ἑαυτήν, καὶ γίνεται δι’ εὐχῆς φυτὸν καλόν, ὡς καλή, λευχὸν ὡς λευκή· αἰδουμένη δὲ προφυροῦν. Ὁ μὲν μῦθος οὕτος· εἰ δὲ καὶ φιλοσοφεῖν, ἀλλὰ μὴ μυθολογεῖν ἡμᾶς τε δέον καὶ σέ. Ἐρωτικαὶ θεωρίας ἡμμένον· φασίν οἱ περὶ ταῦτα δεῖνοί μόνον μὲν σχημάτων, τὸ σφαιρικὸν κάλλιστον· μόνον δὲ τῶν ἴσων ἐμβάδους μέγιστον τοῦτο ἐν στερεοῖς, ὅπερ ἐν ἐπιπέδοις τὸ κυκλικόν· δοκεῖ δὲ καὶ τόδε τὸ πάν, τοῦτο σῴζον τὸ σχῆμα. Ἔχει μὲν οὖν μετὰ τῶν ἄλλων καὶ τοῦτο τὸ μῆλον· καὶ οὐδὲν οὕτως ἐν καρποῖς τῶν ἄλλων ἀποτετόρυνται, ὡς τοῦτο τετόρυνται τε τῇ φύσει, καὶ τὴν ἐπικαίναν ἀποτεταται· καὶ σχῆμα τῷ μῆλῳ τὸ τοῦ παντὸς ἐστι· μίμημα. Καὶ τί δεῖ τὰς ἐνεργείας τοῦ βλαστήματος καταλέγειν; καὶ ὡς ἐρρωμένοις μὲν τρυφή, καὶ βρώμα ἡδύ· νοσοῦσι δὲ χρηστὴ τροφή καὶ ὑγιεινή· καὶ ὅτι σύχον μὲν ἐν ὀνειροῖς δυσαιώνιστον· μῆλον δὲ κἄν τούτοις εὐάγγελον· δόξαν γὰρ καὶ στέφανον ἐπαγγέλλεται. Ἄλλ’ αὐτὴ γε καὶ τὰ Πύθια στεφανοῖ· καὶ πάρειστιν ἀληθῆς, δι’ ἑτοὺς τε γυμνασθείς, καὶ πολλάς εὐπαιδοτριβοῦ λαβών, πλείους δὲ μέλλων. Κἄν τις δέοι θῆσον καὶ τὴν ψυχὴν ἵνα δὴ τὸ μῆλον καὶ τὴν μετὰ τοῦ μήλου δόξαν λαβὼν ἀπέλθοι, πολλὰ καὶ ἄλλα περὶ τοῦ μήλου λέγειν ἐνῆν, εἰ μοι καιρὸς τε παρῆν, καὶ μὴ ταῦτα γράφειν ἠναγκαζόμην σχέδιον καὶ κατ’ ἐπιδρομήν.