Ancient Greek
46.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 46.2
Unproofread scanNot analysed yet
Διάδοχον τῆς αὐτοῦ βασιλείας τὸν υἱὸν ἐποίησατο, τὸν Σολομῶν, ὃν ἐκ τῆς Βηθσαβεὲ ἐκτήσατο, καὶ χρισθέντα διὰ τοῦ προφήτου Νάθαν, αὐτὸς ἐπικυρῶν αὐτῷ τὴν βασιλείαν προσεκύνησε. Παρήνει δὲ αὐτῷ τὴν πρὸς Θεὸν εὐσέβειαν εἰλικρινῆ διατηρῆν, τῆς ἀρίστης ἀρχῆς ταύτην ὑπόθεσιν εἶναι λέγων. Καὶ τὸν ναὸν δὲ ἐκέλευσεν αὐτῷ οἰκοδομεῖν, τὴν ὅλην αὐτοῦ διάθεσιν, μέτρα τε καὶ σχήματα τῆς ὅλης αὐτοῦ δομῆςως παραδούς, καταλείψας αὐτῷ τῆς μεγαλοπρεποῦς καὶ πολυτελοῦς κατασκευῆς ἐπάξια δαπάνηματα· χρυσοῦ τε καὶ γὰρ ἦν τάλαντα δεκάκις μύρια καὶ ἑκατοντάκις, ἀργύρου δὲ καὶ σιδήρου σταθμὸς ὅσος ἤν (84) ἀριθμὸν οὐκ ἠδύνατο. Καὶ τοὺς ἐνυβρίσαντας αὐτῷ κατὰ τὴν τῆς δυσπραγίας καιρὸν, οὐκ ἔλασεν ἀγνώστας. Κατέλεξε γὰρ καὶ τού-τους τῷ Σολομῶν, ὅπως αὐτοὺς ὑποβλέπτηται. Τεσσαράκοντα δὲ βασιλεύσας ἐνιαυτοὺς, εὐκλεῶς τελευτᾷ, τῷ Σολομῶν παραδούς τὴν βασιλείαν.