Ancient Greek
506.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 506.3
Unproofread scanNot analysed yet
Ε'. Πᾶσιν μέντοι γνωστὸν, ὡς ἐν τῇ Γαλιλαίᾳ τῶν ἐθνῶν ἡ Θεοτόκος εὐηγγελίσθη Μαρία ἐν τῷ οἴκῳ τοῦ τέκτονος Ἰωσὴφ, τοῦ καὶ χρηματίσαντος, κατὰ συναρπαγὴν τοῦ διαβόλου συζύγου τῆς Παρθένου. Εὐδηλον δὲ πάλιν, ὅτι ἐν Βηθλέεμ γεγέννησεν τὸν Χριστόν· ὅτι καὶ πατρίς αὐτῆς αὕτη ἡ πόλις ἐτύγχανεν ὡς ἀπὸ μητρὸς, καθὰ παρακατῶν ὁ λόγος παραστήσει. Ὁ γὰρ πατρικὸς αὐτῆς οἶκος, ὁ τὴν προβατικὴν περικλείων ἐν Ἱερουσαλὴμ ὑπῆρχεν, ὡς λόγος εἴπεν, κολυμβήθραν, ἐν ᾗ τὸν ἐν τριάκοντα καὶ ὀκτὼ χρόνοις κατακείμενον παραλυτικὸν ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν ἐθεράπευσεν ἐξεγείρας, ὡς ἐξ ἐκείνου μᾶλλον τοῦ οἴκου ἐκπορευεῖσθαι συμβολικῶς ποιμὴν τῶν λογικῶν προβάτων. Εἶτα καὶ διὰ τῆς ἐκείσε τοῦ ὕδατος κολυμβήθρας τοῦ βαπτίσματος προτυπωθῆναι τὴν χάριν· καὶ γὰρ χρονίας πλάνης ἡ νόσος τὰς τῶν ἀνθρώπων, ὡς ἐν τάξει μελῶν, παραλύσασα ψυχὰς, καθάρασι τοῦ πνεύματος δι' ὕδατος ὑγιεῖ· ὥσπερ καὶ ἐν προσώπῳ τῆς Βηθλέεμ ὁ ἄρτος ἐζωοῦθη ὁ νοητὸς τῆς ζωῆς. Ἐνθά καὶ ὁ Χριστὸς ἀγγελωφανὴς ὑπεδείχθη τῷ Ἀβραάμ, ὁ καὶ τῷ Ἰακὼβ προσπαλαίσας ἐν ἀγγέλου μορφῇ. Αὐτὸς γὰρ ἐστιν ὁ ἐλθὼν εὐαγγελίσασθαι τοῖς μακρὰν καὶ τοῖς ἐγγύς· αὐτὸς ἐστιν τὸ εὐαγγέλιον τῆς δικαιοσύνῆς·