Ancient Greek
507.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 507.4
Unproofread scanNot analysed yet
Ζ'. Οἱς καὶ βούμεν εὐχαρίστους· Χαῖρε, πάνσεπτε πάτερ τῆς μετὰ θεὸν ἐλπίδος ἡμῶν, Ἰωακεὶμ· χάρις τῇ σαρκὶ σου. Χαῖρε, πάντιμε μήτερ τῆς μητρὸς τῆς ζωῆς ἡμῶν, "Ἁννα· δόξα τῇ κοιλίᾳ σου. Χαῖρε, πάτερ ἀγαθοστόρε, καὶ τοῦ πολυσπόρου γεννήματος γεωργέ. Χαῖρε, μήτερ μεγαλόκαρπε, τῆς σωτηρίας ἡμῶν ρίζα. Χαῖρε, πάτερ, τοῦ εὐφρόνου βότρυος ἀμπελουργέ· χάρις, μήτερ, τῆς ἁγνῆς τῆς ἐκατονταπλάσιον ἄρουρα. Χαῖρε, πάτερ, τοῦ ἐμφύχου παραδείσου φυτουργέ. Χαῖρε, μήτερ, τοῦ ἀνεγκλήτου κλάδου δένδρον. Χαῖρε, πάτερ, τοῦ ἀσπίλου μαργαρίτου κόγχη. Χαῖρε, μήτερ, τοῦ καθζροῦ σμαράγδου πέτρα. Χαῖρε, πάτερ, τῆς ζωοφόρου πηγῆς φλέψ. Χαῖρε, μήτερ, τῆς τεκνογόνου δόξης ὑδρία.