Ancient Greek
511.1 to 512.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 511.1-512.1
Unproofread scanNot analysed yet
τον, κάρφος φέρουσαν Χριστὸν ἐλαίας, Ἄννα, ἡμῖν κατακλυσμοῦ νοητοῦ ἐλευθερούσα. ᾨΔΗ Η. Τί μοι μήτραν ἀπείργαν ἀτεκνοῦσαν, καὶ μαστούς ξηρούς, καθὼς προέφηκ ἐν προφήταις, Δέσποτα; ἀνέδω Ἄννα ποτέ. Ἀτεκνίας μου τὸ δνειδὸς διάλυσον, καὶ δός μοι καρπὸν, μεθ' οὐ βοήσωμαι· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ἐπῆλθε τὴν σήν, Ἄννα, μήτραν λυχνία, τὸ λαμπάδιον, ἥτις τὸ θεῖον μυστικῶς ἐχώρησε τὸ φωτίσαν πᾶσαν πνοὴν φρουκτωρίας μυστικαῖς τῆς θείας γνώσεως· διὸ γηθοσύνως ἀνεκράγης· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Φέρουσι ν ὡς ὡραϊότατον νῦν ζεῦγος θείαν δάμαλιν, ἐξ ἧς ὁ μόσχος ὁραῖος ἐλαμψεν, ὑπὲρ πάντων σφαγιασθείς, ὁ κλεινὸς Ἰωακεὶμ καὶ Ἄννα μέλποντες· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. ᾨΔΗ Θ. Χορεύσατε, πᾶσαι ψυχαί, καὶ σκιρτήσατε· γῆ νῦν πεπλαστούργηται, ἥτις καρποῦνται ἀνθρώπους στάχυν ζωηφόρον, ἐξ οὐ φαγόντες οὐ πεινάσουσι ποτέ, μεγαλύνοντες αὐτοῦ τὴν ἀγαθότητα. Ἆλθριον μετὰ κιθάρας ἀνάλυδε, Δαυὶδ, μελῶδησον· ἰδοὺ κιθωτὸς ἀνεφάνη Θεοῦ, ἣν προέφηκ σαφῶς ἐσομένην εἰς ἀνάπλασιν, δι' ἧς ἐξανέστημεν ἡμεῖς τοῦ παραπτώματος. Ὡς μέγιστοι δύο ἀστέρες ἠνέγκατε τὴν αὐγὴν τὴν πάμφωτον· ἥτις ἐξαναστείλη τὸν μέγαν ἥλιον τῷ κόσμῳ· διὸ εὐημούμεν καὶ δοξάζομεν ὑμᾶς, Ἰωακεὶμ καὶ Ἄννα, ὡς θεόφρονας. ΛΕΟΝΤΟΣ ΠΑΤΡΙΚΙΟΥ Ὅτι δύο οὐρανοὶ εἰσιν, εἷς ὁ ἐν ἀρχῇ γεγενημένος, καὶ ἕτερος ὁ ἐξ ὑδάτων συνεστώς· ὥστε ὁ μὲν ἐξ οὐκ ὄντων, ὁ δὲ ἐξ ὄντων.