Ancient Greek
54.4
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 54.4
Unproofread scanNot analysed yet
ΚΕΦΑΛ. ιηΑ'. —Τί προεφήτευσεν [Μιχαίας. Τῶν ψευδοπροφητῶν ἀπατούντων τὸν Ἀχαὰβ, ὃς ἤν τοῦ Ἰσραὴλ βασιλεύς, ὡς πολεμήσας τὸν Σύρων βασιλέα τὸν Ἀδερ, ἀφαιρήσεται παρ' αὐτοῦ τὴν Γαλααδῖτιν χώραν, ἣν οἱ Σύροι πάλαι παρὰ τῶν B Ἰσραηλιτῶν ἀφεῖλοντο, κληθεὶς καὶ αὐτὸς εἰπεῖν, τί δέοι περὶ τοὺς πρὸς Σύρους πολέμους πράττειν, προείπεν, ὡς συμβαλὼν ἀναιρεθήσεται, τοῦ Θεοῦ τῇ διαβόλου ἀπάτῃ ἐκδεδυκότος αὐτόν, διὰ τῶν ψευδοπροφητῶν, ὅπως διὰ τὰς δυσσεβείας ἀναῖρεθήσεται.