Ancient Greek
54.8
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 54.8
Unproofread scanNot analysed yet
ΚΕΦΑΛ. ιΓ'. —Τίνα προεφήτευσεν Ἠσοῦς ὁ τοῦ Ἀνανί. C Ἰωσαφὰτ τῷ τοῦ λαοῦ Ἰούδα βασιλεῖ συμμαχοῦντι τῷ Ἀχαὰβ, ἐν τῇ πρὸς τοὺς Σύρους περὶ τῆς Ῥεμμωθ Γαλαὰδ μάχῃ, ἐκφυγόντι ἐκ τῆς ἄμα τῷ Ἀχαὰβ ἀναίρεσεως, ὑπαντήσας ἔφη κακῶς πεπραχέναι, συμμάχησαντι τῷ δυσσεβεῖ καὶ ὑπὸ Θεοῦ μισομένῳ φίλον γεγονότα, καὶ εἰ μὴ αὐτὸς εὐσεβὴς φανεὶς, τὰ εἴδωλα τοῦ Ἰούδα καθείλεν, ὀργῆς ἂν ἐπειράτο Θεοῦ, διὰ τὴν τοῦ Ἀχαὰβ σύμπραξιν.