Ancient Greek
541.8 to 542.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 541.8-542.1
Unproofread scanNot analysed yet
Τοὺς τρεῖς παρέθεσμο βασιλεῖς ὡς κακοὺς· ἐστι δὲ Ὀχοζίας, καὶ Ἰωὰς, καὶ Ἀμεσίας· ἔθος γὰρ τῇ Γραφῇ τοὺς οὐκ ἀξίους μνήμης καταλιμπάνειν, ὡς καὶ Μωϋσῆς ἐν ταῖς εὐλογίαις τοῦ Συμεών. Διὰ τί εἶπεν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας; Ἴνα δείξῃ ὅτι δι’ αὐτὸν καὶ ταύτῃ ἐγενεαλόγησεν· κατὰ γὰρ φυλῆς καὶ συγγενείας ἐλάμβανον. Διὰ τοῦτο ἐμνημόνευσεν Ἀβραὰμ καὶ Δαβὶδ, διότι πρὸς αὐτοὺς ἦσαν αἱ ἐπαγγελίαι περὶ Χριστοῦ. Ὁ ἄγγελος λέγει τὸ, Τοῦτο δὲ ὅλον γέγονεν Ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Ἠσαΐου· ἀλλ’ οὐχὶ ὁ εὐαγγελιστής.