Ancient Greek
549.6 to 550.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 549.6-550.3
Unproofread scanNot analysed yet
Μαμωνὰ τὴν πλοῦτον λέγει, ἀλλ’ οὐ τὸν διάβολον, ὡς οἱ πολλοὶ λέγουσιν. Μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε· κατὰ τὴν κοινὴν συνήθειαν λέγει· καὶ τὰ πολλὰ βρώματα· ταῦτα γὰρ μετὰ μερίμνης· ἡ κατὰ ψυχὴν λέγει μὴ τοιαῦτα φροντίζειν· ὥστε κατὰ διάστασιν ἀναγνωστέον, εἰ οὕτως νοεῖν θέλομεν· καὶ στίζομεν εἰς τὴν ψυχὴν, εἶτα ἀρβόμεθα. Ἐμβλέψατε εἰς τὰ πτερινὰ τοῦ οὐρανοῦ, ὅτι οὗ σπείρουσι· τοῦτο δὲ λέγει οὐχ ἵνα μὴ σπείρωμεν, ἀλλ’ ἵνα μὴ μικροψυχῶμεν. Ἴνα εἴπῃ ὅτι ἥσπ’ αὐτὴς ἔργασία, μυρίων κόπων καὶ πόνων ὑπάρχει πρόξενος. Καὶ ὅλως· Τὸ ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς, οὐ πονηρίαν ἡμέρας λέγει, ἀλλὰ τὸν πόνον καὶ τὴν φροντίδα ἡμῶν. A τοῦ, Ἵνα μὴ πρότερον ὑποκριθέντες, ὕστερον καὶ ὑμᾶς καὶ τὴν διδαχὴν κοινωθῆσωσιν. D Ὁ ἐκατόνταρχος ὁ παρὰ Ματθαίῳ μνημονευόμενος, ὁ αὐτὸς ἐστὶν ὁ μνημονευόμενος παρὰ τῷ Λουκᾷ· ὁ δὲ παρὰ τῷ Ἰωάννῃ ἐκατόνταρχος ἕτερος ἐστιν. Τὰ πλεῖονα τῶν νοσημάτων ἀπὸ ἁμαρτημάτων γίνεται. Διὰ τί τῷ εἰπόντι αὐτῷ, Ἀκολουθήσω σοι ὅπου ἂν ἀπέρχῃ, οὐκ ἐδέξατο; Ὅτι ἐνόμιζεν ἐκ τῶν ἰάσεων χρηματίζειν· ταῦτα δὲ τὰ ῥήματα οὐχ ἦν ἀποτρεπόμενον, ἀλλ' ἐλέγχοντος. Ὁ εἰπών, Ἐπίτρεψόν μοι, Κύριε, πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου, ἀπεδέχθη μὲν, οὐκ ἐπετράπη δέ· ἀλλ' ἠκούσεν· Ἄφες τοὺς Διὰ τί αἰτοῦντες οὐ λαμβάνομεν, καὶ μάλιστα ὅταν πνευματικὰ αἰτούμεν; Ὅτι οὐ μετὰ σπουδῆς πολλῆς ἔχρουσας· ἢ πάντως ἀνάξιος ὤν ἦστας, ἢ ὅτι ταχέως ἀπέστης αἰτούμενος. Πῶς στενὴν τὴν πύλιν καὶ τεθλιμμένην καλῶν, ἐν ἄλλῳ λέγει τὸν ζυγὸν αὐτοῦ χρηστὸν καὶ τὸ φορτίον ἐλαφρόν; Ὁ μὲν Γρηγόριος τὸ μὲν διὰ τὸν πόνον, τὸ δὲ διὰ τὴν ἐλπίδα εἶπεν. Ἰωάννης δὲ, νήφειν ἡμᾶς παρασκευάζων καὶ ἐγρηγορέναι, καὶ διεγείρων ἡμῶν τὰ φρονήματα, ἵνα μὴ ὡς εὐκόλου καταφρονήσωμεν, ἀλλ' ὡς στενῆς, ἀντεχώμεθα.