Ancient Greek
554.14 to 554.9
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 554.14-9
Unproofread scanNot analysed yet
Περὶ τοῦ ἀρνοῦμένου οὐκ εἴπεν, Ἐμοί, ἀλλ’, Ἐμέ· ἔφησεν γὰρ γενόμενος τις Θεοῦ οὕτως ἀρνεῖται τὸν Χριστόν. Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν· τὸ Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς. Τὸ, Ἐγώ, ἀντὶ τοῦ, Ἐγὼ ὁ κραταιὸς καὶ δυνατός· ὅπερ ἀρκεῖ εἰς παραμυθίαν. Τὸ, Ὡς πρόβατα ἐν μέσῳ λύκων, τὴν ἡμερότητα αὐτῶν ἐμφαίνει, ἣν ἔχειν δεῖ διδασκόντων αὐτῶν. Καὶ τῆς περιστερᾶς τὴν ἀπλότητα λέγει· αὐτοὺς φυλάττειν καὶ ἀκαχίαν· καὶ κεράσαι βουλόμενος ταῦτα ἵνα γένηται ἀρετή, τὴν φρόνησιν τοῦ δράκων B ἔχειν λέγει, εἰς τὸ τηρεῖν ὡς ἐκεῖνος τὴν κεφαλήν, ἤγουν τὴν πίστιν. Τὸ, Μὴ μεριμνήσητε τί λαλήσητε, τὸ θαρρεῖν εἰσάγει αὐτοὺς· ἀμαθεῖς γὰρ ἦσαν. Τὸ, Οὐ μὴ τελείωσῃ τὰς πόλεις τοῦ Ἰσραήλ, ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου, τοιούτῃ, Ἓως οὐ ὑμᾶς καταλήψομαι· καὶ γὰρ ἱκανεῖ εἰς παραμυθίαν αὐτοῖς τὸ ἰδεῖν αὐτὸν καὶ μόνον. Τὸ, Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, ἀπὸ τοῦ πλείονος τὸν λόγον λέγει· τοῦτο γὰρ ἤτι τὸ πλεῖστον· καὶ μάλιστα ἕως ἂσπὶ δοῦλος ἢ μαθητής. Πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ, εἴπεν, ἤγουν, ὑμᾶς· οὐκ εἴπεν δούλους, ἀλλ’ οἰκειακοὺς, πολλὴν πρὸς αὐτοὺς οἰκειότητα ἐπιδεικνύμενος, καὶ θαρρεῖν αὐτοὺς ποιῶν. Τὸ, Οὐδὲν ἔστιν ἀπόκρυφον ὃ οὐ φανερωθήσεται, πρὸς τοὺς ἀποστόλους λεγόμενον, τοιαύτην ἔχει τὴν διάνοιαν, ἀπὸ τοῦ, Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν, λαβὼν τὴν ἀρχὴν τῆς ἔννοιᾶς· ἀντὶ τοῦ, Κωμωδήσαντες ὑμᾶς πρότερον, ὕστερον γνωρίσουσιν οἵτινές ἐστε.