Ancient Greek
56.25
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 56.25
Unproofread scanNot analysed yet
κα' Ἀβιελδὼν ἀπὸ τῆς πεδιάδος. κβ' Ἀδδὰδ ἐκ Ναχαλ. κγ' Ἰασδιὴλ ἀπὸ Σαραθ. κδ' Μαθθί. κε' Ἰωὰβ Ἀρσαμίτης. Καϊάφας ὁ ἀρχιερεὺς τὸ σωτήριον τοῦ Χριστοῦ πάθος προαγορεύων, πρὸς τοὺς Ἰουδαίους φησίν· Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, οὐδὲ διαλογίζεσθε, ὅτι συμφέρει ὑμῖν, ἕνα εἰς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται· ἐφ' οὗ ἐπηγάγετο ὁ Εὐαγγελιστής· Τοῦτο δὲ αὐτὸς ἑαυτῷ οὐκ εἶπεν, ἀλλ' ἀρχιερεὺς ὢν, προεφήτευσεν, ὅτι ἠμέλλεν ὁ Ἰησοῦς ἀποθανόν, ὑπὲρ τοῦ ἔθνους ἀποθνῄσκειν, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ' ἵνα τὰ ἐσκορπισμένα Θεοῦ πρόβατα συνἀγῇ εἰς ἕν. Ἐν δὲ τῇ Παλαιᾷ ἄκοντες προφητέυσαν, Βαλαὰμ ὁ μάντις, καὶ οἱ ἀποσταλέντες ὑπὸ τοῦ Σαοὺλ ἐπὶ τὸν Δαβὶδ, καὶ αὐτὸς ὁ Σαοὺλ ἐπὶθὼν αὐτῷ.