Ancient Greek
565.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 565.2
Unproofread scanNot analysed yet
Ὅτι Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, λέγει Πέτρος· Υἱὸν Θεοῦ λέγων καθαρῶς καὶ ἐκ τῆς αὐτοῦ οὐσίας, ἀλλ’ οὐχὶ ὡς οἱ ἐν τῷ πλοίῳ, οὐδὲ ὡς ὁ Ναθαναὴλ ἕνα τῶν πολλῶν, ἀλλὰ γνησίως· διὰ τοῦτο καὶ τὸ, Βάρ Ἰωνᾶ, λέγει, ἀντὶ τοῦ, υἱέ· δηλῶν, ὅτι Ὡς σὺ τοῦ Ἰωνᾶ φύσει, οὕτως ἐγὼ τοῦ Θεοῦ εἰμὶ Υἱός.