Ancient Greek
583.2
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 583.2
Unproofread scanNot analysed yet
Πρώτην τῶν Ἄζύμων τὴν πρὸ τῶν Ἄζύμων φησίν · εἰώθασι γὰρ ἀπὸ τῆς ἑσπέρας ἀεὶ ἀριθμεῖν τὴν ἡμέραν, καὶ ταύτης μηνυνομένης, καθ' ἣν ἐν τῇ ἑσπέρᾳ τὸ Πάσχα ἐμελλεν θύεσθαι · τῇ γὰρ πέμπτῃ τῶν Σαββάτων προσῆλθον · καὶ ταύτην δὲ μὲν τὴν πρὸ τῶν Ἄζύμων καλεῖ, τὴν κατὸν λέγων καθ' ὃν προσῆλθον · ὁ δὲ οὕτω λέγει · Ἦλθεν δὲ ἡ ἡμέρα τῶν Ἄζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ Πάσχα · ὁ δὲ ἄλλος εὐαγγελιστὴς τὴν ἑσπέραν λέγει · ἀπὸ γὰρ τῆς ἑσπέρας ἤρχετο τὸ Πάσχα. Διὰ τί ἐρωτῶσι ποῦ ποιήσουσιν τὸ Πάσχα ; Διὰ τὸ μὴ ἔχειν αὐτὸν κατασχῶνιον μήτε οἰκίαν. Διὰ τί ἐπιτελεῖτὸ τὸ Πάσχα ; Ἵνα δεῖξῃ ὅτι μὴ ὑπεναντίως τῷ νόμῳ ἐστίν.