Ancient Greek
584.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 584.1
Unproofread scanNot analysed yet
Α παρὰ προφητῶν ποιήσα· ; 'Ἐπειδὴ οὐ ταύτῃ τῇ γνώμῃ τοῦτο πεποίηκεν, ἀλλὰ πονηρᾷ προαιρέσει· χρὴ γὰρ τὸν σκοπὸν ἐξετάζειν πανταχοῦ. Διὰ τί οὐκ ἐρωτᾷ ἐξ ἀρχῆς ὁ Ἰούδας, Μή τι ἐγώ εἰμι; ἀλλ' ὡς ἔσχατος; 'Ἐδύκει τέως λανθάνειν· τὸ δὲ εἰπεῖν, Ὦ διδάσκαλε, διασύροντος τοῦτο ἐστι καὶ ἰσχυροῦ. Πῶς δὲ Ματθαῖός φησιν καὶ οἱ ἄλλοι τῶν εὐαγγελιστῶν, ὅτι ὅτε συνετάξατο περὶ τῆς προδοσίας ὁ Ἰούδας, τότε αὐτὸν ὁ διάβολος εἷλεν, ὁ δὲ Ἰωάννης λέγει ὅτι, Μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς; Ὅτι διακωδωνίας αὐτὸν ἐν τῇ ἀρχῇ καὶ πειρᾶν ποιησάμενος, οὕτω τελείως εἰσῆλθεν· ὥστε τὰ ἀμφοτέρᾳ ἀληθῆ ἐστιν. Τοσοῦτον γὰρ ἀμεταμέλητος ὁ Ἰούδας, ὅτι καὶ τῆς κοινωνίας μεταλαβὼν ἐμείνεν ἀσυνείδητος. Ὅθεν τοῦτο δηλῶν ὁ Ἰωάννης λέγει, ὅτι Μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς.