Ancient Greek
591.2 to 592.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 591.2-592.1
Unproofread scanNot analysed yet
ΚΕΦΑΛ. ΙΕ’ Ἀντὶ τοῦ, λαμπρὰν καὶ μηδὲν θανάτου φέρουσαν σημείον· διὸ καὶ τὸν κενταυρίωνα πλῆν τοῦτο ἢ τὸ καταπέτασμα σχιζόμενον εἰς τὴν περὶ τοῦ Υἱοῦ θεογνωσίαν ἐπηγάγετο. Τί δ’ ἢν ὁ ἔκραξεν, ἢ τῷ, Πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου; ΣΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΛΟΥΚΑΝ. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Ἐπειδὴ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν ἀντὶ τοῦ, ὅτι χωρὶς χαρίσματος ἤλθον εἰς τὴν ἀναγραφὴν τοῦ Εὐαγγελίου· τί οὖν ἐστιν ὁ λέγει; Τὸ A ἐπιγεγραμμένον κατὰ Αἰγυπτίους· Εὐαγγέλιον, καὶ τὸ ἐπιγεγραμμένον τῶν Δώδεκα Εὐαγγελίων ἀναγράψαντες ἐπχειρήσαν, ἀλλὰ ψευδῶς εἰς ἄλλων ὄνομα. Οὐ δὲ εὐαγγελισται οὐχ ἐπειχείρησαν καὶ ἀτέλεια κατέλιπον, διὰ τὸ μὴ καλῶς γράφαι· ἔγραψαν γὰρ ἀληθῶς, ὅτι δ λέγει ὁ Παῦλος, Οὗ δ ἔπαινος ἐκ [μ. ἐν] τῷ Εὐαγγελίῳ, τὸν Λουκᾶν λέγει τῶν ἀποστόλων.