Ancient Greek
592.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 592.5
Unproofread scanNot analysed yet
Τί ἐστι τὸ, Ἐν πνεύματι καὶ δυνάμει Ἠλιοῦ; Τὸ μὲν, Ἐν πνεύματι, ὅτι τὸ αὐτὸ ἄγιον Πνεῦμα D ἔξει καὶ ὁ Ἠλίας· τὸ δέ, Ἐν δυνάμει, διὰ τὸ μέγεθος τῆς διακονίας· ὁ μὲν γὰρ τῆς δευτέρας· ὁ Ἠλίας παρουσίας ἔσται κήρυξ, ὁ Ἰωάννης δὲ τῆς πρώτης· ἢ δὲ ἐν προαιρέσει Ἠλιοῦ καὶ θαύμασι νοήσομεν, ὡς ἄγοῦμαι. Πῶς νοητέον τὸ, Ἐπιστρέψει καρδίας πατέρων ἐπὶ τέκνα; Τέκνα τοὺς ἀποστόλους λέγει, πατέρας δὲ τοὺς Ἰουδαίους. Ἐπιστρέψει οὖν τοὺς Ἰουδαίους εἰς τὴν τῶν ἀποστόλων διδασκαλίαν. Ὁ γὰρ περὶ Χριστοῦ τοιαύτην μαρτυρίαν, συνεντόχησεν τῇ αὐτῇ μαρτυρίᾳ καὶ τοὺς Χριστοῦ μαθητάς, καὶ τὸ ἀξιόπιστον αὐτοῖς ἐκ τοῦτου κατεσκεύασεν· οὕτως; διὰ τοῦ, Ἀπειθεῖς ἐν γνῶσει δικαίων, νοηθήσεται.