Ancient Greek
594.3
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 594.3
Unproofread scanNot analysed yet
Ἐμφαντικὸν τὸ, Συγγενὴς σου, διανοίας τινός. Μηδεὶς σε, φησί, ὦ Παρθένε, διὰ τὸ τοῦ τόκου παράδοξον, ἄλλης τινὸς φύσεως νομίζετο· μηδεὶς διὰ τὸ ὑπὲρ ἄνθρωπον θαῦμα, τῆς ἀνθρωπίνης φύσεως ἔξω ποιεῖτω· μηδεὶς ἀρνεῖσθω τὴν ὑπὸ σοῦ λαμβανομένην μορφήν, συγγενῆ τῶν ἀνθρώπων ὑπάρχειν· συγγενὴς τῆς Ἐλισάβετ ὑπάρχεις, κἂν δεσπότις τῆς Ἐλισάβετ γενήσῃ, τὴς αὐτῆς ἐκείνης καὶ ἐκείνης φύσεως, τὸ αὐτὸ ταύτῃ σῶμα φοροῦσα, τὴν αὐτὴν ἔχουσα ψυχήν. Καὶ ἄλλως· Πῶς τῷ μὲν Ζαχαρία οὐ συγγινώσκει ὁ ἄγγελος, τῇ δὲ Παρθένῳ ἀπιστοῦσῃ συγγινώσκει; Ὅτι ἐκεῖνος πολλὰ εἶχε τὰ παραδείγματα· πολλαὶ γὰρ στειραὶ ἔτεκον, παρθένος δὲ οὐδεμια·