Ancient Greek
606.1
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 606.1
Unproofread scanNot analysed yet
Α δέντας· κόπους δὲ Ἀβραὰμ, τὰς θειοτάτας λήξεις ὁ ἅγιος Διονύσιος λέγει. Ὅτι ὁ κριτὴς τῆς ἀδικίας, οὐκ ἔστιν ὁ Θεός, ὡς οἱ πολλοὶ φλαυροῦντες λέγουσιν· ἀλλὰ τις ἦν κριτὴς ἄδικος κατ' ἐκεῖνο καιροῦ, ὡς ὁ Χρυσόστομος λέγει, πρὸς δὲ ἐξ αὐτοῦ τὴν παραβολὴν ποιεῖται Χριστός· βούλεται δὲ διὰ τούτου δεῖξαι, μὴ ἐκμαχεῖν ἐν τῷ προσεύχεσθαι. Ἐν δὲ τῷ λέγειν, Πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ; ἄλλον εἶναι τὸν ἄδικον κριτὴν, καὶ ἄλλον τὸν Θεόν. Ἀλλ' ὅτε ἀκούσης τὸν Θεὸν κριτὴν ἀδικίας, μὴ φοβηθῆς εἰπεῖν αὐτὸν κριτὴν ἀδικίας, καὶ οὐ δικαιοσύνης· Δικαίῳ γὰρ νόμος οὐ κείται.