Ancient Greek
606.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 606.7
Unproofread scanNot analysed yet
ΚΕΦΑΛ. ΙΗ. Τί ἂν εἴη ὁ κριτὴς οὗτος; Λεγέτω Δαβὶδ · Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος· ὡς ἔστιν αὐτοῦ ἀκούσαι καὶ πάλιν λέγοντος, ὅτι Οὔτε ἐξ ἐξόδου, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρῶν, ὅτι ὁ Θεὸς κριτὴς ἐστιν· ἔχει δὲ ὡς πόλιν ἰδίαν ὁ Θεός, ποίαν ταύτην; Τὴν Ἐκκλησίαν. Δοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Αὕτη ἡ πόλις μίμημά ἐστι τῆς οὐρανοπόλεως; Ἱερουσαλὴμ. Μήτε Θεὸν φοβούμενος, μήτε ἄνθρωπον ἐντρεπόμενος· ὁ γὰρ Θεὸς οὔτε Θεὸν ἔχει ὃν φοβηθήσεται, οὔτε ἄνθρωπον ὃν ἐντραπήσεται · προσωποληψία γὰρ οὐκ ἔστι παρ' αὐτῷ.