Ancient Greek
610.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 610.5
Unproofread scanNot analysed yet
Πῶς ἡ τοῦ Δεσπότου ὑπόσχεσις εἰς τὸν λῃστὴν πε-πλήρωται; Ὡς Θεοῦ· εἰ γὰρ καὶ ἐν ἅδῃ ὑπῆρχε, καὶ ἐν οὐρανῷ, ἀλλὰ καὶ ἐν τῷ παραδείσῳ ὡς Θεός. Ὅτι καὶ τοῦ Ἀποστόλου λέγοντος· Ἰνα μὴ γαμὸς ἡμῶν τελειωθῶσι, πῶς ἀπελαβεν ὁ λῃστὴς τὸν παράδεισον; Ὅτι οὐκ αὕτη ἐστιν ἡ ἐπαγγελία ἣν Παῦλος λέγει, ἀλλὰ τὰ οὐράνια ἀγαθά· οὐ γὰρ εἰς παράδεισον ἡμῖν ἐπαγγέλλεται ὁ Θεὸς εἰσελθεῖν. Ποῦ πεπλήρωται τὸ λεγόμενον, ὅτι Ὀταν ὑψωθῶ, τότε πάντα ἐλκύσω πρὸς ἑμαυτόν; Τοῦτο καὶ ἐπὶ τοῦ σταυροῦ πεπλήρωται, καὶ ἐπὶ τῆς ἀναλήψεως· ἐπὶ μὲν τοῦ σταυροῦ, ὅτι ἤρξατο σажинεῖν πολλούς, ὅθεν καὶ ὁ εκατόνταρχος ἰδὼν τὰ γινόμενα, ἐδόξασε τὸν Θεόν· καὶ ὁ λῃστής, μὴ ἰδών. Ἐτυπτον δὲ καὶ τὰ στήθη τῶν Ἰουδαίων τινές, καταναυτώμενοι πάν-τως καὶ εἰς ἐπίγνωσιν ἐρχόμενοι.