Ancient Greek
616.4 to 616.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 616.4-5
Unproofread scanNot analysed yet
Τί ἐστι; Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστι; Γέννησιν ἐνταῦθα, τὴν κατὰ τιμὴν καὶ χάριν λέγει διὰ τοῦ βαπτίσματος ἀναγέννησιν καὶ υἱοθεσίαν. Διὰ τί φέρει παράδειγμα λέγων · Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, οὐκ οἶδας δὲ πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει; ’Εστι δὲ τὸ νόημα τοιούτον · Εἰ γὰρ, φησι, τοῦ ἀνέμου, οὗ τῇ αἰσθήσει δέχῃ τὴν ἀκοήν, τὴν ὁρμὴν δὲ ἐρμηνεύσαι οὐκ οἶδας, πῶς τὴν ἀπὸ τοῦ θείου Πνεύματος ἐνεργείαν περιεργάζῃ νοῆσαι;